Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.377 Joseph. AJ 19.2 (English) >>Joseph. AJ 19.8

19.1

Γάιος note δὲ οὐκ εἰς μόνους Ἰουδαίους τοὺς ἐν Ἱεροσολύμοις καὶ τοὺς ὁπόσοι τῇδε οἰκοῦσιν ἐπεδείκνυτο τῆς ὕβρεως τὴν μανίαν, ἀλλὰ διὰ πάσης ἐσομένην γῆς καὶ θαλάσσης ἔστελλεν αὐτήν, ὁπόση Ῥωμαίοις ὑπακούει, μυρίων τε ἀνέπλησεν αὐτὴν κακῶν ὁπόσα μὴ ἱστόρητο πρότερον. 19.2μάλιστα δὲ ᾐσθάνετο τοῦ δεινοῦ τῶν πρασσομένων Ῥώμη κατʼ οὐδὲν αὐτὴν τιμιωτέραν τῶν λοιπῶν πόλεων ἡγουμένου, ἀλλὰ τούς τε ἄλλους ἄγοντος καὶ φέροντος καὶ μάλιστα τὴν σύγκλητον καὶ ὁπόσοι τούτων εὐπατρίδαι καὶ προγόνων ἐπιφανείαις τιμώμενοι. 19.3μυρία τε εὑρίσκετο καὶ κατὰ τῶν ἱππέων μὲν καλουμένων, ἀξιώματι δὲ καὶ δυνάμει χρημάτων ὅμοια τοῖς συγκλητικοῖς ὑπὸ τῆς πόλεως ἀγομένων διὰ τὸ ἐκ τούτων εἰς τὴν βουλὴν εἶναι κατακλήσεις· ὧν ἀτίμωσις ἦν καὶ μετανάστασις κτεινομένων τε καὶ τὰ χρήματα συλωμένων διὰ τὸ καὶ τὰς σφαγὰς ὡς τὸ πολὺ ἐπʼ ἀφαιρέσει τῶν χρημάτων αὐτοῖς συντυγχάνειν. 19.4ἐξεθείαζέν τε ἑαυτὸν καὶ τὰς τιμὰς οὐκέτʼ ἀνθρωπίνως ἠξίου γίνεσθαι παρὰ τῶν ὑπηκόων αὐτῷ· εἴς τε τοῦ Διὸς φοιτῶν τὸ ἱερόν, Καπετώλιον μὲν καλοῦσιν τιμιώτατον δʼ ἄρα αὐτοῖς ἐστιν ἱερῶν, ἀδελφὸν ἐτόλμησε προσαγορεύειν τὸν Δία· 19.5καὶ τἆλλα ἔπρασσεν μανίας οὐδὲν ἀπολελειμμένα, ἐπεὶ καὶ ἀπὸ Δικαιαρχείας τῆς πόλεως ἐν Καμπανίᾳ κειμένης εἰς Μισηνοὺς ἑτέραν πόλιν ἐπιθαλάσσιον, καὶ τὴν διάβασιν δεινὸν ἡγούμενος τριήρει περατοῦν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.377 Joseph. AJ 19.2 (English) >>Joseph. AJ 19.8

Powered by PhiloLogic